Ancient Greek
P.Gen. 1 43
Documentary Papyri, P.Gen. 1.2ed 43
Not analysed yet
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, μηνὸς Ἁδριανοῦ Χοιὰκ …,ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν Αὐρήλιοι Πλουτίων ὡς ἐτῶν τεσσαράκοντα ,οὐλὴ μετώπῳ, καὶ Ἀπιανὸς ὡς ἐτῶν τριάκοντα δύο ,οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν, ἀμφοτέρων Ἥρωνος τοῦ …ος, καὶ Ἀφροδίσιος Σαραπίωνος τοῦ …αρι…ως ὡς ἐτῶν τεσσαράκοντα δύο ,οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ, οἱ τρεῖς ἀπὸ ἀμφόδου Ἀπολλωνίου Ἱερακείου Ἄλλων Τόπων …Αὐρηλίῳ Δημητρίῳ υἱῷ Νείλου εὐθηνιαρχήσαντος τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ γυμνασιαρχήσαντος τῆς Ἀρσινοειτῶν πόλεως, ἔχειν παρʼ αὐτοῦ οἱ ὁμολογοῦντες ἐξ ἀλληλεγγύης διὰ χειρὸς ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας τεσσαράκοντα ,ὁμοίως δὲ καὶ μεμετρῆσθαι χρῆσιν ἐν γένει κριθῆς ἀρτάβας τέσσαρας ,ἅπερ ἅπαντα ἀποδώσουσιν ἐκ πλήρους ὁμοίως ἐξ ἀλληλεγγύης ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους, τὰς μὲν δραχμὰς ἐπὶ τῇ Εὐνοῦ, τὴν δὲ κριθὴν ἐν τῇ μητροπόλει μέτρῳ δρόμῳ τετραχοινικῷ. ἐὰν δὲ ἐν τῇ προθεσμίᾳ μὴ ἀποδῶσι, ἐκτίσουσι τῷ Αὐρηλίῳ, τῶν μὲν δραχμῶν τὸν γινόμενον τόκον δραχμιαῖον, τῆς δὲ κριθῆς τὴν ἐπὶ τοῦ καιροῦ ἐσομένην πλείστην τιμήν, καὶ ἐπὶ τῆς ἀπαιτήσεως γινομένης τῷ Αὐρηλίῳ Δημητρίῳ, τῆς πράξεως οὔσης ἐκ τῶν ὁμολογούντων, καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. περὶ δὲ τοῦ ταῦτα οὕτω ὀρθῶς καλῶς πεπρᾶχθαι ἐπερωτηθέντες οἱ προδεδηλωμένοι ἀλλήλοις ὡμολόγησαν. Πλουτίων καὶ Ἀπιανὸς ἀμφότεροι Ἥρωνος καὶ Ἀφροδίσιος Σαραπίωνος ἀπὸ ἀμφόδου Ἀπολλωνίου Ἱερακείου ἔχομεν παρὰ Δημητρίου Νείλου ἀργυρίου δραχμὰς διακοσίας τεσσεράκοντα καὶ κριθῆς ἀρτάβας τέσσαρας καὶ ἀποδώσομεν ἐν τῇ προθεσμίᾳ, ὡς πρόκειται· …ἔγραψα ὑπὲρ αὐτῶν ὄντων ἀγραμμάτων.