Ancient Greek
P.Gen. 1 7
Documentary Papyri, P.Gen. 1.2ed 7
Not analysed yet
Νεμεσίωνι βασιλικῷ γραμματεῖ Ἀρσινοείτου Ἡρακλείδου μερίδος. ἀντίγραφον ἐπιστολῆς ἣν ἔγραψέ μοι Ἀπολλωνίδης ὁ κράτιστος ἀρχιπροφήτης ἀπέστειλά σοι. αἱ μὲν οὖν προσήκουσαι αὐτῷ τάξεις φυλαχθήτωσαν ὥσπερ οἱ πρὸ ἐμοῦ ἔστησαν κατὰ τὸ ἐξ ἀρχῆς ἔθος. πρὸς δὲ τοὺς κακῶς ὑπεσχημένους ἀναλημφθήτωσαν αἱ δοθεῖσαι ὑπʼ αὐτῶν τιμαὶ ὡς ἔθος. Φαῶφι δ. Ἀπολλωνίδηι ὀράπει καὶ ἀρχιπροφήτῃ. ἔγραψα τῶι τῆς Ἡρακλείδου μερίδος βασιλικῶι, ὡς ἐβουλήθης, τιμιώτατε Ἀπολλωνίδη, ἵνα σοὶ μὲν αἱ προσήκουσαι τάξεις φυλαχθῶσι, πρός τε τοὺς κακῶς ὑπεσχημένους, ὧν οὐκ ἔδει, τιμὴν ἀναλάβῃ τὰ ὡρισμένα. Φαῶφι δ.