Ancient Greek
P.Gen. 1 78
Documentary Papyri, P.Gen. 1.2ed 78
Not analysed yet
Αὐρηλίῳ Οὐαλερίῳ …ἀρχιερατεύσαντι τῆς Ἀρσινοϊτῶν πόλεως παρὰ Αὐρηλίου Κάστορος τοῦ καὶ Συμμάχου ἀπὸ ἀμφόδου Ἱερᾶς Πύλης. βούλομαι μισθώσασθαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ κώμην Φιλαδελφίαν …ἀρούρας …τος κλῆρος ἀρούρας …ἀπὸ νότου αὐτῶν ἀρούρας …ἀπὸ ἀπηλιώτου ἀρούρας …γίνονται αἱ προκείμεναι, ἐκφορίου τῶν μὲν ἀρουρῶν ἐν χόρτῳ γεινομένων πυροῦ ἀρτάβας δώδεκα ,τῶν δὲ λοιπῶν ἀρουρῶν δ 𐅵πυροῦ ἀρτάβας δέκα τέσσαρας . γίνονται τῶν ὅλων ἐπὶ τὸ αὐτὸ πυροῦ ἀρτάβας εἴκοσιν ἕξ, γίνονται πυροῦ ἀρτάβαι κϛ πρὸς μόνον τὸ ἐνεστὸς ἔτος. τὸ δὲ προκείμενον ἐκφόριον ἀποδώσω σοι μηνὶ Παυνὶ ἐξ ἅλω μέτρωι δρόμῳ τετραχοινικῷ, τῶν δημοσίων πάντων ὄντων πρὸς σὲ τὸν γεουχοῦντα, τῶν δὲ ἔργων πάντων πρὸς ἐμὲ τὸν μισθούμενον, περιχωματισμοὺς ποτισμοὺς διωρύχων τε ἀναβολὰς καὶ πάντα ὅσα καθήκει, βλάβος μηδὲν ποιῶν. Αὐρήλιος Κάστωρ ὁ καὶ Σύμμαχος μεμίσθωμαι ὡς πρόκειται.