Ancient Greek
P.Gen. 1 8 bis
Documentary Papyri, P.Gen. 1.2ed 8bis
Not analysed yet
…ριος… …δι… …οητι… …ντω…ου… …αν… τοῦ εἰσιόντος πέμπτου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου. τὸ δὲ λαχανόσπερμον ἀποδότω ὁ Στοτοῆτις τῷ Διδύμῳ ἢ τῇ Φλαουίᾳ Διοκλείᾳ ἐν τῷ αὐτῷ μηνὶ Φαῶφι τοῦ αὐτοῦ εἰσιόντος πέμπτου ἔτους ἀνυπερθέτως, τῆς πράξεως οὔσης τῷ Διδύμῳ ἢ τῇ Φλαουίᾳ Διοκλείᾳ ἔκ τε τοῦ Στοτοήτιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων, καθάπερ ἐκ δίκης. Στοτοῆτις Στοτοήτιος μητρὸς Ταφιώμιος ἔχω παρὰ τοῦ Διδύμου ἐκ τοῦ τῆς Φλαουίας Διοκλείας λόγου ἀργυρίου δραχμὰς ……ακ… τέσσαρας εἰς τιμὴν λαχανοσπέρμου τῆς ἐσομένης τιμῆς, καὶ ἀποδώσω ἐν τῷ μηνὶ Φαῶφι τοῦ εἰσιόντος πέμπτου ἔτους …ὡς πρόκειται.