Ancient Greek
P.Gen. 2 100
Documentary Papyri, P.Gen. 2 100
Not analysed yet
ἐκ διαστρώματος Ἀλεξανδρέων τρίτου τόμου κολλήματος μα. Ἄλκιμος ὁ καὶ Ἀμμώνιος Διδύμου τοῦ Ἀμμωνίου Σωσικόσμιος ὁ καὶ Ζήνιος πρότερον θ ἔτους Ἁδριανοῦ Ἐπεὶφ κβ παρακεχώρηται κλήρου κατοικικοῦ ἀρούρας δ 𐅵πρὸς αἷς ἐπιβολῆς κώμης ἀρουρ …καὶ ἄλλας καθʼ ἑαυτὰς κλήρου κατοικικοῦ ἀρούρας ε 𐅵πάσας περὶ Ἀπιάδα Θεμίστου μερίδος δραχμαῖς Ε παρὰ Θασῆτος τῆς Στοτοήτιος τοῦ Ἑριέως ἀπὸ Σοκνεπαίου Νήσου. τῇ αὐτῇ ἡμέρᾳ ὑπέθηκε τὰ προκείμενα πάντα Λουκίῳ Μινικίῳ Πούδεντι τῷ καὶ Δέξστρῳ πρὸς δραχμὰς Β καὶ τόκους· ιβ ἔτους Μεσσορὴ προσεφώνησεν Ἀσκληπιάδης στρατηγὸς Ἡρακλείδου μερίδος τὰ προκείμενα πάντα προσδεθεὶς ὑπὸ αὐτοῦ . ἐπιστέλλει περὶ Ἁρπαγάθης Σαταβοῦτος τοῦ Μαρειοῦς ἀπὸ Σεκνεπαίου Νήσου κατασταθέντος τῷ διεληλυθότι ια ἔτει εἰς σιτολογίαν ε τοπαρχίας.