Ancient Greek
P.Gen. 2 102
Documentary Papyri, P.Gen. 2 102
Not analysed yet
ἔτους …καὶ δεκάτου Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ …,ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοΐτου νομοῦ ὁμολογεῖ Λούκιος Μινύκιος Πούδενς ὁ καὶ Δεξκτρος ὡς ἐτῶν …οὐλὴ μετώπῳ …Ἀλκίμῳ τῷ καὶ Ἀμμωνίῳ Διδύμου τοῦ Ἀμμωνίου Σωσικοσμίῳ τῷ καὶ Ζηνείῳ ὡς ἐτῶν …οὐλὴ ὑπὲρ ὀφρὺν ἀριστερὰν ἀπέχειν παρʼ αὐτοῦ ἐντεῦθεν παραχρῆμα διὰ χειρὸς ἀργυρίου δραχμὰς Β ἃς ὤφειλεν αὐτῷ ὁ Ἄλκειμος ὁ καὶ Ἀμμώνιος κατὰ δάνειον διὰ τοῦ αὐτοῦ γραφείου τελειωθὲν τῷ θ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ Κυρίου μηνὶ Ἐπίφ. ὃ καὶ αὐτῷ ἀναδέδωκεν καὶ οὐδενὸς μένοντος αὐτῷ ἐπηκολουθηκυίας τῆς Μαρίωνος τραπέζης ἀργυρίου, εἰς ἀθέτησιν καὶ ἀκύρωσιν καὶ μὴ ἐπελεύσεσθαι μηδὲ αὐτὸν Λούκιον Μινύκειον Πούδην μὴ τοὺς παρʼ αὐτοῦ ἐπὶ τὸν Ἄλκιμον τὸν καὶ Ἀμμώνιον μηδʼ ἐπὶ τοὺς παρʼ αὐτοῦ μηδὲ περὶ ὧν ἀπέχει ὡς πρόκειται ἀργυρίου δραχμὰς Β μηδὲ περὶ τόκων μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος μηδʼ ὀφειλήματος …απω…τον …ἐκ τρόποου μηδενὸς ……η…