Ancient Greek
P.Gen. 2 91
Documentary Papyri, P.Gen. 2 91
Not analysed yet
Ἀμμωνίωι στρατηγῶι Ἡρακλείδου καὶ Πολέμωνος μερίδων παρὰ Ἡρακλείδου κωμογραμματέως Φιλαδελφείας Ἡρακλείδου μερίδος. γραφὴ ἀνδρῶν …κτορικ… κίας τῆς προκειμένης κώμης· Μάρων Πυλάδου γεγονὼς πράκτωρ λαογραφίας πρὸς ἐννέα ἔτη τῆς προκειμένης κώμης ἀναδεδομένος εἰς γεωργίαν τῆς Μαικηνατιανῆς οὐσίας ἀπὸ …ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μὴ ὢν ἐν λευκώματι εἰδὼς γράμματα. Ὡρίων Πετοσίρεως ἀπολύσιμος τῆς Μαικηνατιανῆς οὐσίας γεγονὼς πράκτωρ λαογραφίας τῶι διεληλυθότι δεκάτῳ ἔτει καὶ ἀπολύσιμος γεωργὸς γεγονὼς τῶι ια ἔτει Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μὴ ὢν ἐν λευκώματι, ὧι ὑπάρχει περὶ τὴν κώμην κλῆρος κατοικικῆς ἀρουρῶν ε ἄξιος δραχμῶν Αφ καὶ ἄμπελος ἀρουρῶν ζ ἄξιος δραχμῶν λ… Δημήτριος Ἰσιδώρου ἀπολύσιμος τῆς Πετρωνιανῆς οὐσίας γεγονὼς πράκτωρ λαογραφίας τῶι διεληλυθότι δεκάτωι ἔτει μισθωτὴς ζυτοπωλείου ὑπὸ τὴν κώμην τοῦ ια ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μὴ ὢν ἐν λευκώματι εἰδὼς γράμματα.