Ancient Greek
P.Gen. 2 95
Documentary Papyri, P.Gen. 2 95
Not analysed yet
Ἑρμαῖος Διογᾶτος τελώνης ἑξαδραχμίας ὄνων ια ἔτους Νέρωνος τοῦ κυρίου Μητόκωι Στράτωνος χαίρειν. ἀπέχω παρὰ σοῦ ἃς ὀφείλεις κατὰ χειρόγραφον ἀργυρίου δραχμὰς δεκαέξ, γίνονται δραχμαὶ ιϛ, ἔτους ιβ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Σεβαστοῦ ϛ.