Ancient Greek
P.Gen. 3 133
Documentary Papyri, P.Gen. 3 133
Not analysed yet
…έλαος τοῖς λαοκρίταις χαίρειν. ἐκομισάμεθα παρʼ ὑμῶν ἐπιστολὴν διʼ ἧς διεσαφεῖτε …ιν Πεμνᾶτος τοῦ …μετὰ …ας γυναικὸς αὐτοῦ, ὃν ἐγεγράφεμεν μὴ εὑρίσκεσθαι, ἀναζητοῦντας πρὸς ὑμᾶς ἀποστεῖλαι, ἐὰν δὲ μὴ εὑρίσκηται, παρασφραγίσαι αὐτοῦ τὴν οἰκίαν καὶ τὰ ὑπάρχοντα συσχεῖν. οὐχ εὑρισκομένου δʼ αὐτοῦ παρεσφραγίσαμεν τὴν οἰκίαν τῇ γ τοῦ ὑποκειμένου μηνός. παρέδειξε δὲ ἡμῖν …πῶλον ἣν καὶ κατενεγυήσαμεν, ἣν προεφέρετο ἀγορασθῆναι παρὰ …λαπιος βασιλικοῦ γεωργοῦ. γέγραφα οὖν ὅπως εἰδῆτε. ἔρρωσο ἔτους η Χοιὰκ γ. Θερμούθιος …