Ancient Greek
P.Gen. 4 161
Documentary Papyri, P.Gen. 4 161
Not analysed yet
…Ἀρχίᾳ στρατηγῷ καὶ Ἑρμίνῳ βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Ταπεκύσεως Στοτοήτεως ἀφήλικος μετὰ φροντιστοῦ τοῦ συγγενοῦς Σαταβοῦτος τοῦ Παβοῦτος τῶν ἀπὸ Σοκνοπαίου Νήσου. ἀφ’ ὧν ἀπεγραψάμην τῶι διεληλυθότι ιθ ἔτει καμήλων ἕξ, διεφθάρησαν κάμηλοι δύο. τοὺς λοιποὺς καμήλους τέσσαρας ἀπογράφομαι εἰς τὸ ἐνεστὸς κ ἔτος ἐπὶ τῆς αὐτῆς κώμης Ἀρχίας στρατηγὸς διὰ Σαραπίωνος βιβλιοφύλακος σεσημείωμαι· καμήλοι δ. . ἔτους κ …Μεχεὶρ …κατεχωρίσθη βασιλικῷ γραμματεῖ κάμηλοι δ ἔτους κ Ἁδριανοῦ τοῦ κυρίου, Μεχεὶρ ε. Κλ…ας ἐξηριθμήθη συμφώνως ἔτους κ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Μεχεὶρ κ. Ἑρμῖνος βασιλικὸς γραμματεὺς διὰ Πλουτίωνος βοηθοῦ ἐξηριθμήθη συμφώνως