Ancient Greek
P.Gen. 4 163
Documentary Papyri, P.Gen. 4 163
Not analysed yet
Λουκρήτιος Ἀμμωνιανῷ σὺν τοῖς ἀδελφοῖς πολλὰ χαίρειν. γινώσκειν ὑμᾶς θέλω ὅτι οὐ δύνομαι καταλεῖψαι τὰ ὧδε καὶ ἀναβῆναι, ἐὰν μὴ ἔλθῃς καὶ τηρήσῃς τὰ ὧδε. πᾶν ποίησον ἵνα Θερμοῦθις ἀπέλθῃ εἰς Τᾶνιν καὶ γοργεύσητε ἕως λάβῃ τὰ ἐκφόρια. Πετῖρις τεσσαράκοντα τρεῖς ἀρτάβας ὀφείλει μγ καὶ τὰς τῶν δέκα ἀρουρῶν πυροῦ ἀρτάβας μ ἐν τῷ μέτρῳ ὑμῶν τῷ ματίῳ ἔχει ἐν Τάνει. καὶ Νεφωτιανὸν ἐρώτησον ἵνʼ ἀπέλθῃ μετὰ Θερμουθίου ἕως παραλάβῃ. ἐὰν ἴδῃς ὅτι ἐκπλέξαι οὐ δύνῃ, κατάλαβέ με ἵνα ἐγὼ ἀναβήσομαι καὶ μίσθωσαι συντίμησαι τὸν καρπόν. ἐὰν δύνῃ με καταλαβεῖν, καὶ ἐγὼ ἀναβήσωμαι· μὴ ἀμελήσῃς καταβῆναι, καὶ γράψον περὶ τῆς σωτηρίας ὑμῶν. εὔχομαί σε ὑγιαίνειν σὺν τοῖς τέκνοις καὶ τῶν σῶν ἁπάντων οὓς ἐρρῶϲθαι εὔχομαι. ἀπόδος Ἀμμωνιανῷ ἀπὸ Λουκρητίου οὐετρανοῦ πατρὶ εἰς τὴν οἰκίαν Γαμικῖτος Λικινίου ιη ἀντλοῦντες ἐργάται δ δραχμαὶ δ τετρώβολον ιη ἀντλοῦντες… ιη ἀντλοῦντες… ιηἀντλοῦντες…