Ancient Greek
P.Gen. 4 181
Documentary Papyri, P.Gen. 4 181
Not analysed yet
……τῶν νοτίνων δύο συμποσίων κτισθέντων ὑπὸ τοῦ εἰρημένου Ψεείου πρεσβυτέρου ἐξ ἰδίων αὐτοῦ ἀναλωμάτων, καὶ δὴ ἤρεσεν αὐτοῖς ἐπὶ κομπρομίσσου μετὰ προστίμου στέργειν καὶ ἐμμένειν αὐτοὺς τῇ δίκῃ διδομένῃ αὐτοῖς παρὰ τῆς ἡμῶν μετριότητος. ἡμεῖς δὲ οἱ προλεχθέντες κοινοὶ δικασταὶ ᾑρημένοι κατεκ…ρήσαμεν τῶν δύο εἰρημένων συμποσίων κτισθέντων ὑπὸ τοῦ εἰρημένου Ψεείου πρεσβυτέρου ἐξ ἰδίων αὐτοῦ ἀναλωμάτων, καὶ κατὰ τὸ φανὲν ἡμῖν δίκαιον, ὃ εἴπατε συνεφωνήσαμεν ὡς τῶν συντιμηθέντων δύο συμποσίων εἰς ἐννέα νομισμάτων ἀναλώματος, ὥστε οὖν τὸν εἰρημένον Ἀπολλώνιον διάκονον ἑαυτὸν ὑπεύθυνον ἀποδοῦναι τῷ προλελεγμένῳ Ψεείῳ πρεσβυτέρου πρὸς τελείωσιν καὶ πλήρωσιν τοῦ …σιου ἐκ τῶν ἐξοδιασθέντων παρὰ τοῦ εἰρημένου Ψεείου πρεσβυτέρου εἰς τὴν οἰκοδομὴν τῶν εἰρημένων δύο συμποσίων, ὅ ἐστι χρυσοῦ νομίσματα τέσσαρα ἥμισυ, χρυσοῦ νομίσματα δ 𐅵ἁπλᾶ ὡς πρόκειται, χωρὶς καὶ τοῦ μέρους αὐτοῦ ἐκ τοῦ ἀναλώματος τοῦ στάβλου τοῦ ὄντος ἔμπροσθεν τοῦ εἰρημένου αὐτῶν οἴκου, ἀλλὰ …ἀπολέγει ὁ προλελεγμένος Ἀπολλώνιος διάκονος εἰσελθεῖν εἰς προσοίκησιν ἐκ τῶν εἰρημένων δύο συμποσίων ἄχρι ἀποδώσῃ τῷ εἰρημένῳ Ψεείῳ πρεσβυτέρῳ τὰ εἰρημένα τέσσαρα ἥμισυ νομίσματα, χωρὶς καὶ τὸ μέρος αὐτοῦ ἀναλώματος ἐκ τοῦ εἰρημένου στάβλου καθὼς εἴρηται. ἐγὼ Ψεείου παρὼν ἐπιδέδωκα. ἐγὼ Ἀπολλώνιος παρὼν ἐπιδέδωκα ἐγὼ Ἰωάννης νοτάριος μαρτυρῶ τῇ διαλύσει. δι’ ἐμοῦ Ἄπα Ἰερεμίου.