Ancient Greek
P.Gen. 4 186
Documentary Papyri, P.Gen. 4 186
Not analysed yet
……ἀπὸ τοῦ τοίχου τῶν υἱῶν Ῥωδοῦ εἰς λίβα, ἕως τῶν σωτηρίων καὶ τῶν τοίχων μεταξὺ ἡμῶν κοινὰ καὶ ἀδιαίρετα μέχρι νῦν· σήμερον δὲ ἐβουλήθημεν τούτων τῶν ……διαιρετοὺς ποιεῖσθαι, καὶ προσλαβόμενοι ἐμπείρους ἄνδρας καὶ τεχνίτας καὶ ……ουσ…ι… κατὰ τοῦτο ὁμολογοῦμεν ὀμνύντες Θεὸν παντοκράτορα καὶ τὴν εὐσέβειαν καὶ νίκην τοῦ δεσπότου ἡμῶν Φλαυίου Ζήνωνος τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος διαιρῆσθαι πρὸς ἑαυτοὺς οὕτως· ἐμὲ μὲν τὸν προγεγραμμένον Διόσκορον κεκληρῶσθαι καὶ λελογχέναι εἰς τὸ κατ’ ἐμὲ ἥμισυ μέρος ἀπὸ τοῦ μεγάλου λιβικοῦ δώματος τῆς μεγάλης οἰκίας τοῦ βάλλοντος ἐπὶ τὴν λιβικὴν καὶ νοτίνην ῥύμην τὸ βορινὸν ἥμισυ μέρος ἕως τῆς οἰκίας τῶν κληρονόμων Ἡλιοδώρας· ἀπὸ δὲ τοῦ μικροῦ δώματος ἐπάνω τῆς αὐλῆς τὸ ἀπηλιωτικὸν ἥμισυ μέρος καὶ τὴν μικρὰν καμάραν ἐν τῷ καταγαίῳ ὑποκάτω τοῦ στάβλου νεύουσαν εἰς βορρᾶ· καὶ τὸ βορινόν ἡμῶν μέρος τῆς αὐλῆς ἀπὸ τοῦ μέσου τοίχου μεταξὺ τῶν κληρονόμων Παύλου εἰς βορρᾶ μέχρι τοῦ καμηλῶνος τῶν κληρονόμων Ἀρτεμιδώρου σχολαστικοῦ τὸ νοτινὸν ἥμισυ μέρος ἀπὸ ἀπηλιώτου εἰς λίβα …στοι μέσῳ τοίχῳ μεταξὺ τῶν κληρονόμων Παύλου καὶ τ…ο…βιον… ἐκ νότου τῶν σωτηρίων. ἐμὲ δὲ τὸν προγεγραμμένον Ἰωάννην κεκληρῶσθαι καὶ λελογχέναι εἰς τὸ κατ’ ἐμὲ ἥμισυ μέρος ἀπὸ μὲν τοῦ λιβικοῦ μεγάλου δώματος τῆς μεγάλης οἰκίας τὸ νότινον ἥμισυ μέρος. ἀπὸ δὲ τοῦ μικροῦ δώματος ἐπάνω τῆς αὐλῆς τὴν λιβικὴν μερίδα ἐπάνω τοῦ πεσσοῦ, καὶ ἀπὸ τοῦ καταγαίου τὴν μέγαλην καμάραν νεύουσαν εἰς βορρᾶ καὶ ἀπὸ τῆς αὐλῆς τὴν βορρινὴν μερίδα …πρὸς τῷ καμηλῶνι τῶν κληρονόμων Ἀρτεμιδώρου σχολαστικοῦ ἀπὸ ἀπηλιώτου εἰς λίβα ἕως …υ τῶν σωτηρίων ἐκ βορρᾶ τῆς μερίδος Διοσκόρου τοῦ ἐμοῦ ἀδελφοῦ, δηλαδὴ τοῦ κρυπτηρίου ἐγγὺς τῆς αὐτῆς αὐλῆς νεύοντος εἰς ἀπηλιώτην κοινοῦ ὄντος μεταξὺ ἡμῶν ἐξ ἴσου κατὰ τὸ ἥμισυ μέρος, ἐφ’ ᾧτε ἕκαστον ἡμῶν ἐπικρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν τῆς λαχούσης αὐτῷ μοίρας καὶ χρῆσθαι καὶ οἰκονομεῖν καὶ διοικεῖν περὶ αὐτῆς καὶ παραπέμπειν ἐπὶ κληρονόμους καὶ διαδόχους καὶ διακατόχους ἢ καθ’ ὅντινα τρόπον ἀνεμποδίστως καὶ ἀκωλύτως καὶ μὴ παραβῆναι τὰ ἐγγεγραμμένα. εἰ δὲ παραβαίη τις ἐξ ἡμῶν, παρέξει τὸ μὴ ἐμμένον μέρος τῷ ἐμμένοντι μέρει λόγῳ προστίμου καὶ παραβάσεως χρυσοῦ οὐγκίαν μίαν μετὰ καὶ τοῦ οὐδὲν ἧττον ἀρραγῆ καὶ ἀσάλευτον εἶναί τε καὶ …τὴν διαίρεσιν …κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Φλάυιος Ἰωάννης Ἀλῖτος ὁ προκείμενος ἐθέμην τὴν διαίρεσιν καὶ πείθομαι πᾶσι ὡς πρόκειται. Φλάυιος Διόσκορος Ἀλῆτος ὁ προκείμενος ἐθέμην τὴν διαίρεσιν καὶ πείθομαι πᾶσι ὡς πρόκειται. Αὐρήλιος Ἀφους Σιλβανοῦ ἀπὸ Ἑρμοῦ Πόλεως μαρτυρῶ τῇ διαιρέσει ἀκούσας παρὰ τῶν θεμένων. υ…φ…ενου ἀπὸ Ἑρμοῦ Πόλεως μαρτυρῶ τῇ διαιρέσει ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Κολλοῦθος Ἰωάννου …μαρτυρῶ τῇ διαιρέσει ἀκούσας παρὰ τῶν θεμένων. δι’ ἐμοῦ …ἐγράφη