Ancient Greek
P.Genova 3 104
Documentary Papyri, P.Genova 3 104
Not analysed yet
Μενεκράτει γραμματεῖ παρὰ Μενάνδρου τοῦ Δημητρίου καὶ Φιλίππου τοῦ Δημητρίου τῶν κατοικούντων ἐν Φιλωτερίδι τῆς Ἡρακλείδου μερίδος καὶ Φιλώτου τοῦ Φιλώτου τοῦ κατοικοῦντος ἐν Ἀρσινόηι τριακονταρούρων Μακεδόνων· ἀξιοῦμεν σὲ γράψαι Ἡλιοδώρωι τῶι πρὸς τῆι ἐλαικῆι δοῦναι ἡμῖν τὸ καθῆκον ἔλαιον τοῦ Φαρμοῦθι· ὡσαύτως δὲ καὶ Νικαίωι Πολέμωνος καὶ Ἀπολλωνίωι Ἡρακλείδου δοῦναι τοῦ Φαμενὼθ καὶ τοῦ Φαρμοῦθι ……σιον ἔλαιον Ἀμύνται Ἀμύντου. Μενεκράτης Ἡλιοδώρωι χαίρειν· εἰσὶν οἱ ϛ τριακοντάρουροι· δοθῆναι οὖν αὐτοῖς. ἔρρωσο ἔτους γ Φαρμοῦθι …