Ancient Greek
P.Genova 3 113
Documentary Papyri, P.Genova 3 113
Not analysed yet
ἔτους β Μεσορὴ …ὁμολογεῖ Τεῶς Π… …ρος ζυτοποιὸς Ψενύρεως καὶ Ψύας μεμετρῆσθαι ἐκ τοῦ ἐν Ψενύρι θησαυροῦ διὰ Σισούχου τοῦ παρὰ Φαμούνιος τοῦ βασιλικοῦ γραμματέως ἀπὸ τῶν γενημάτων τοῦ ἔτους β εἰς τὸ ἔτος γ ἀπὸ τοῦ μέρους ἐκ Ψενύρεως κριθῆς ἀρτάβας πδ 𐅵δ καὶ Ψύας κριθῆς ἀρτάβας πα 𐅵κδ τὰς πάσας κριθῆς ἀρτάβας ἑκατὸν ἑξήκοντα ἓξ δ κδ γίνονται ρξϛ δ κδ μέτρωι δοχικῶι καὶ μετρήσει δικαίαι καὶ οὐθὲν ἐγκαλῶ.