Ancient Greek
P.Genova 4 161
Documentary Papyri, P.Genova 4 161
Not analysed yet
Φίλων Φίλωνι τῶι ἀδελφῶι χαίρειν· εἰ ἔρρωσαι καὶ Ἀρσινόη καὶ τὰ παιδία τά τε ἄλλα σοι κατὰ γνώμην ἐστίν, εἴη ἂν εὖ ὡς βούλομαι καὶ οἱ ἀδελφοί μου καὶ οἱ ἄλλοι πάντες· μετεληλυθὼς εἰς τὸν Ὀξυρυγχίτην καλῶς ποίει διαθεσόμενος τὴν ταχίστην εἴς τε τὴν γραμματείαν ὡς ……η σοι· χαριεῖ οὖν σαυτὸν …ἐπιδιδοὺς ἵν’ ὑγιαίνηις καὶ …νων τοῖσπερ ἐπερχομένοις ἐπὶ τῆς …των α…ουα… κειτα…αδου κα… προνοησ… περὶ τοῦ ὑπάρχοντος …δ…εφο… Εὐκλέα …γραφη… ἐν τοῖς λόγοις παρʼ ἕκαστον προσφωνῶν ἵν’ εἰδότες μὴ ἀγωνιῶμεν· ἐκ τοῦ γὰρ μηθὲν προσπεπτωκέναι ἐκ πολλοῦ χρόνου ε…ο… τὸν τυχόντα χειμῶνα περὶ σὲ …εσαι ἔρρωσο.