Ancient Greek
P.Giss. 1 103
Documentary Papyri, P.Giss. 1 103
Not analysed yet
Ἀπολλώνιος Στεφάνῳ διακόνῳ ἀγαπητῳ υἱῷ ἐν κυρίῳ χαίρειν. προηγουμένως πολλά σε ἀσπάζομαι καὶ τὸν ἀδελφόν σου Ἱέρακα πάντως. ἀναγκαίως δὲ γράφω σοι ὅπως ταχέως ἡμᾶς κατάληψῃ πρὸ τοῦ ε… ἔνεγκον δέ μοι ἐρχόμενος τὰς τρεῖς λίτρας τῶν στιππίων καὶ τὰ ἀργύρια ἀπὸ τοῦ παστοφόρου δέξαι καὶ ἀγόρασόν μοι αὐτὰ ἐν πορφύραις. ὁ ἀδελφός σου Ἱέραξ δέδωκεν Θεοδώρῳ Ἱέρακος κολόβιον ἵνα πωλήσῃ. ἐὰν οὖν δέῃ σοι, αὐτὸ ἢ τὴν τιμὴν ἀγόρασον αὐτοῦ ἐν πορφύραις. ἔνεγκον δὲ τὸν ἀδελφόν σου Ἱέρακα σὺν σοί, ἀλλὰ πάντως ταχέως ἡμᾶς κατάλαβε· ἐρρῶσθαί σε ἐν κυρίῳ εὔχομαι τέκνον ἀγαπητὲ πολλοῖς χρόνοις. ἀσπάζομαι πολλὰ τὸν ἀδελφὸν Σινέα καὶ τὸν υἱὸν αὐτοῦ καὶ Ταχοῦμιν τὴν ἀδελφὴν αὐτοῦ μετὰ τῶν τέκνων αὐτῆς. …εα…εγω δὲ ὅτι πρὶν τοῦ ἐμὲ ἐλθεῖν εἰς Ὄασιν ἐκεῖ προσεγένετο…ισαρημι… οὐκ ἐπε…ρ…ν αὐτούς. τὸν ἀδελφὸν Ὠριγένην πολλὰ ἀσπάζομαι γεν… Ἱέρακα καὶ Σινέα… εκ…ι…ευρ… καὶ …ος τὰ ἀργύρια α…θε…αυ….