Ancient Greek
P.Giss. 1 105
Documentary Papyri, P.Giss. 1 105
Not analysed yet
Δυσκόλιος παρὰ Λύχας. πώλησον ἀφʼ ὧν ἔχεις καὶ χρεωστεῖς τῆς παραλήμψεώς σου ἀκολούθως τοῖς νότοις κατὰ τὴν πολιτευομένην τῆς ἀρτάβης ταλάντων χιλίων ὀκτακοσίων πεντακοσίας ἀρτάβας πωλήσας ἐκ χιλίων ἑπτακοσίων καὶ ἀπάντησον ἐπιφερόμενος τὸ ἀργύριον τῶν προειρημένων ἀρταβῶν πεντακοσίων ἀράκου, ἵνα τὴν καταβολὴν ποιήσῃς τῶν ἀργυρίων καὶ λήμψῃ ἐπιστολάς. καὶ ὅτι ἐδέξου Φαῶφι α διὰ Δωροθέου βοηθοῦ δήλωσον ἵνα μὴ ἐνεδρεύσῃς τὴν διάπρασιν. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.