Ancient Greek
P.Giss. 1 29
Documentary Papyri, P.Giss. 1 29
Not analysed yet
Διδύμη ἡ καὶ Ματρώνα Ἀσκληπιάδου μετὰ κυρίου τοῦ κατὰ μητέρα μου ἀνεψιοῦ Ἥρωνος τοῦ Ἀπολλωνίου Ἑκύσει γεωργῷ χαίρειν. ἀπέχω παρὰ σοῦ τὸ ἐκφόριον τοῦ ἐνεστῶτος τρισκαιδεκάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου οὗ γεωργεῖς μου κλήρου περὶ κώμην Θεαδελφίαν τῆς ἀρταβίας καὶ τοῦ ναυβίου ὄντων πρός σε ὧν καὶ τὰ σύμβολά μοι ἀποδώσεις. ἔτους ιγ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Παῦνι ιϛ μενούσης κυρίας τῆς μισθώσεως ἐφʼ οἷς περιέχει πᾶσι. Ἥρων ἔγραψα ὑπὲρ τῆς Διδύμης τῆς καὶ Ματρώνας βραδέα γραφούσης.