Ancient Greek
P.Giss. 1 39
Documentary Papyri, P.Giss. 1 39
Not analysed yet
…καὶ οὐθέν σοι ἐγκαλῶ περὶ αὐτῶν ἁπλῶς παντὸς οὑτινοσοῦν οὔτʼ ἐγὼ οὔτʼ ἄλλος κυριεύσει αὐτῶν ἀπὸ τῆς σήμερον ἡμέρας ἕως τοῦ ἀεὶ χρόνου. ἐὰν δέ τίς σοι ἐπέλθηι ἔκ τε τοῦ ἐμοῦ ὀνόματος ἢ ἄλλου ἀνθρώπου, ἀνεπιεικὲς ἐκστήσω αὐτὸν ἀπὸ σοῦ περὶ αὐτῶν καὶ βεβαιώσω σοι αὐτὰ ἀπὸ συναλλαγμάτων καὶ συγγραφῶν, παντὸς οὑτινοσοῦν ἐν παντὶ χρόνωι. σαὶ δʼ εἰσὶν αἱ συγγραφαί, ὅσαι ἐμοὶ ἁπανταχῆι οὖν ὦσι καὶ ὅσαι τῶι πατρὶ καὶ τῆι μητρί μου γεγόνασι καὶ ὅσαι ἐμοὶ γεγόνασι κατʼ αὐτῶν καὶ …συγγραφάς· σά τʼ ἐστιν καὶ τὰ δίκαια, ὅσα περιγίνεται ἐμοὶ ἐξ αὐτῶν. ἐὰν δέ τις ὅρκος ἢ τεκμήριον εἴς σε ὑπὲρ …καὶ ὑπὲρ τοῦ δικαίου πέσηι, ὅ γέγραφά σοι διὰ τῆς συγγραφῆς, ὥστε ἐμὲ ἐπιτελέσαι, ἐγὼ ἐπιτελέσω ἄνευ λόγου παντὸς οὑτινοσοῦν τοῦ πρός σε· ἔγραψεν ὁ δεῖνα τοῦ δεῖνα ὁ παρὰ τῶν ἱερέων τοῦ Ἀμονρασονθῆρος καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν τῶν πέντε φυλῶν· μάρτυρες ……πει…ι…πρ… …των προγεγραμμεν…