Ancient Greek
P.Giss. 1 41
Documentary Papyri, P.Giss. 1 41
Not analysed yet
Ῥαμμίωι Μαρτιάλι τῶι κρατίστωι ἡγεμόνι Ἀπολλώνιος στρατηγὸς Ἀπολλωνοπολίτου Ἑπτακωμίας χαίρειν. ἧς ἤδη γέγραφά σοι, ἡγεμὼν κύριε, περὶ κομεάτου ἐπιστολῆς τὸ ἀντίγραφον ὑπέταξα, ἵνʼ ἐάν σου τῆι τύχηι δόξηι, συγχωρήσηις μοι ἡμέρας ἑξήκοντα εἰς τὴν διόρθωσιν τῶν ἡμετέρων, νῦν μάλιστα, ὅτε οἴομαι ἐν …κατεπείγειν. ἐρρῶσθαί σε εὔχομαι, ἡγεμὼν κύριε. ἔτους. Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Χοιὰκ β. Ῥαμμίωι Μαρτιάλι τῶι κρατίστωι ἡγεμόνι Ἀπολλώνιος στρατηγὸς Ἀπολλωνοπολίτου Ἑπτακωμίας χαίρειν. …ων, ἡγεμὼν κύριε, ……ἅπαξ κα… …συνχρήσασθαι· οὐ γὰρ μόνον ὑπὸ τῆς μακρᾶς ἀποδημίας τὰ ἡμέτερα παντάπασιν ἀμεληθέντα τυγχάνει, ἀλλὰ καὶ παρὰ τὴν τῶν ἀνοσίων Ἰουδαίων ἔφοδον σχεδὸν πάντα ὅσα ἔχω ἔν τε ταῖς κώμαις τοῦ Ἑρμοπολίτου καὶ ἐν τῆι μητροπόλει …γενόμενα τὴν παρʼ ἐμοῦ ἀνάληψιν ἐπιζητεῖ. ἐπινεύσαντος οὖν σου τῆι δεήσει μου μετὰ τὸ διορθῶσαι κατὰ τὸ δυνατὸν τὰ ἡμέτερα δυνήσομαι εὐθυμότερον προσέρχεσθαι τῆι τῆς στρατηγίας ἐπιμελείαι.