Ancient Greek
P.Giss. 1 45
Documentary Papyri, P.Giss. 1 45
Not analysed yet
…λος Ἀπολλωνίωι τῶι τιμιωτάτωι χαίρειν. εἰ δοκεῖ, πέμψον ἐνθάδε ἢ τὸν κωμογραμματέα ἢ γραμματέα αὐτοῦ, ἐπεὶ διὰ τοῦτο ὑπερτίθενταί τινες τὰς χειρογραφίας προέσθαι. καὶ ἐχθὲς δὲ εἰδὼς τοῦτο παρήγγειλα αὐτῶι ἐξερχόμενος. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου. Φαῶφι ιβ.