Ancient Greek
P.Giss. 1 69
Documentary Papyri, P.Giss. 1 69
Not analysed yet
…Ἀπολλωνίωι τῶι τιμιωτάτωι χαίρειν. Χαιρήμονα τὸν ἀναδιδόντα σοι τὸ ἐπιστόλιον τοῦτο οὐκ ἀγνοεῖς, ἄδελφε· καὶ γὰρ πέρυσι ἐπὶ τὴν παράλημψιν τῶν ἱματίων αὐτὸν παρὰ σοὶ κατέλειψα καὶ νῦν δὲ πρὸς παράλημψιν κριθῆς ἔπεμψα αὐτὸν, ᾧ παρακαλῶ ἐν πᾶσι σπουδάσαι καὶ πᾶσαν τὴν οὖσαν ἐν τῷ ὑπὸ σοὶ νομῷ κριθὴν ἐν τάχει αὐτῷ ἐπιστεῖλαι καὶ βοήθειαν δοῦναι, ἵνα διὰ σπουδῆς ἐμβαλόμενος πᾶσαν τὴν κριθὴν ταχέως εἰς Καινὴν παρακομίσῃ, ἐπεὶ διὰ τὴν τοῦ πεντηκοντάποδος στύλου καταγωγὴν πλεῖστα κτήνη ἔχομεν καὶ ἤδη σχεδὸν κριθῇ λειπόμεθα· πλεῖστον μοί, ἄδελφε, καὶ ἐν τούτῳ παρέξῃ, ἐὰν ἡ κριθὴ ταχέως …εἰσγένηται. ἔτους γ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου …γ. Ἀπολλωνίωι στρατηγῶι Ἑπτακωμίας.