Ancient Greek
P.Giss. 1 97
Documentary Papyri, P.Giss. 1 97
Not analysed yet
Τασουχάρειν Νίλωι τῶι ἀδελφῷ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν μετὰ τῶν σῶν πάντων καὶ ἐγὼ αὐτὴ μετὰ τῶν τέκνων. τὰ ἀσφάλεια, τά σοι ἔπεμψα διὰ Λονγεινιανοῦ, καλῶς οὖν ποιήσεις ἐπʼ ὀνόματος Σαραπίωνος μόνου καταχωρίσῃς ταῦτα καὶ δηλώσῃς μοι. πέμψῃς διὰ Ἡερακληνινοῦ στρατιώτου κεράμια ἐλαίας δύο . ἄσπασαι τοὺς ἡμετέρους πάντας κα…ν …εβ. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος Νείλωι ἀπὸ Τασουχάρειν ἀδελφῆς.