Ancient Greek
P.Giss. Univ. 3 21
Documentary Papyri, P.Giss. Univ. 3 21
Not analysed yet
Ἥρων Ἡρακλείδῃ τῷ ἀδελφῷ χαίρειν. παρακληθείς, κύριε, μνήσθητί μου τῆς δεήσεως ἧς κατʼ ὄψιν σοι πεποίημαι. εἰ καὶ ἐμοῦ οὐ φεισθήσῃ, μέντοι τὴν παῖδα καὶ τὴν θυγατέρα σου αἰδέσθητι· καὶ Σατορνῖλον δὲ καὶ τὴν γυναῖκα αὐτοῦ ἀνένεγκον. ἐρρῶσθαί σε εὔχομαι, κύριε. Ἡρακλείδῃ τῷ ἀδελφῷ