Ancient Greek
P.Giss. Univ. 3 31
Documentary Papyri, P.Giss. Univ. 3 31
Not analysed yet
…ἐγραψ… …σεαυτων τας… Ἡρακλείδη …πέρυσι ἐλθεῖν ὧδε …υ… ἔσω παρὰ Ἀπεινᾶν …λωνα… τηλην καὶ ἀνάγκασον τὴν παιδίσκην καταβάλλειν αὐτοῖς καθʼ ἡμέραν εἴκοσι πέντε κοτύλας πρωίας καὶ κε ὀψίας, ἕως ἔλθω αὐτοῦ, καὶ παρακαλεῖν αὐτοὺς πίνειν δὶς καθʼ ἡμέραν. οἶδας γὰρ ὅτι ἄλλην ἐλπίδα οὐκ ἔχομεν, εἰ μὴ αὐτὸς ἔρχομαι κάτω πάντως αὐτοῦ κατὰ τάχους. ταχὺ δὲ οὐχ ὑπάγομεν εἰς βορρᾶ. ἐὰν δὲ ἀπέλθω, μὴ πάλιν ἔχε εἰς τὴν ψυχήν σου ὕποπτον· οἶδας δὲ ὅτι οὐκ ἀλλάσσω ἐμαυτὸν πώποτε οὐδὲ δύο ψυχὰς ἔχω εἰς σέ. ἀναβαίνω γὰρ ἐκείνῃ κατὰ τάχους καὶ ἔρχομαι αὐτοῦ. μὴ οὖν ἀφῇς τοὺς καμήλους μεῖναι εἰς Μαρμειμιν, ὅτι ἤκουκα ὅτι οὐκ εἰλοῦνται. ὃν χόρτον γάρ, τὸν λαμβάνετε παρὰ Ἀπεῖτος, ψήφισον πόσον γείνεται, ἵνα ἐὰν ἔλθω δῶ αὐτῷ τὴν τιμήν. …τὰς θυγατέρας. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πάντας τῷ δεῖνι παρὰ Ἰαλίωνος ἀδελφοῦ.