Ancient Greek
P.Giss. Univ. 6 51
Documentary Papyri, P.Giss. Univ. 6 51
Not analysed yet
Αὐρηλίῳ Σερηνίσκῳ τῷ καὶ Ἑρμησίᾳ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Αὐρηλίου Πωλίωνος καὶ μετόχων σιτολόγων κώμης Τεπτύνεως. μηνιαῖος ἐν κεφαλαίῳ τοῦ Μεχεὶρ μηνὸς τοῦ ἐνεστῶτος ε ἔτους ἀπὸ γενήματος του διεληλυθότος δ ἔτους —ἔστι δέ· ἐνυπόγραφοι ἐπὶ τόπων ἀπὸ τοῦ προτέρου μηνὸς πυροῦ ἀρτάβαι ρλβ 𐅵η κριθῆς —ἀρτάβαι φκη ἐξ ὧν ἐνεβλήθησαν Αὐρηλίῳ Ἀμμωνίῳ Ἀμμωνίου ναυκλήρῳ χειρισμοῦ Νέας πόλεως διὰ κτηνῶν τῆς κώμης πυροῦ ἀρτάβαι ε λοιπαὶ ἐπὶ τόπων πυροῦ ἀρτάβαι ρκζ 𐅵η κριθῆς ἀρταβῶν φκη αἱ καὶ λοιπογραφηθεῖσαι εἰς τὸν ἑξῆς μῆνα Αὐρήλιος Πωλίων σιτολόγος ἐπιδέδωκα ἔτους ε Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Αὐρηλίου Ἀλεξάνδρου Καίσαρος Σεβαστῶν Φαμενὼθ η