Ancient Greek
P.Giss. 1 20
Documentary Papyri, P.Giss. 11
Not analysed yet
Ἀλινὴ Ἀπολλωνίῳ τῶι ἀδελφῶι …χαίρειν. εὐχαριστοῦμεν πᾶσι τοῖς θεοῖς περὶ τῆς ὑγίας σου ὅτι σε καὶ ἀπο… ἡ ἐπιστολή σου τὴν …που ἀπέστρεψεν …μων. ἡ δὲ προέλευσις …ὥστε μηδὲν θεωρεῖσθαι …ἀηδῶς ἔχειν διὰ τὸ διαστ… γενόμενον μετὰ κισσον… ἔγραψας περὶ τῆς ὑγίας σου …κ… νοι εἰσίν. οἰκοδομεῖς …ως… οἰκοδόμοις καὶ τέκτοσι …χο… γιον. ἐργάσομαι τὰ ἔρια καθὰ ἔγραψάς μοι ὁποῖον δέ σοι χρῶμα ἀρέσκει δήλωσον διʼ ἐπιστολῆς ἢ μεικρὸν ἔργον αὐτοῦ πέμψον. εἰ θέλεις ἀναβληθῆναί σου τὴν ἰσχνὴν λευκὴν στολήν, φρόντισον τῆς πορφύρας. ἐχρηματίσθην ὑπὸ τῶν Διοσκούρων τῆς κτήσεως σου καὶ ᾠκοδόμηται αὐτῶν ὁ τόπος καὶ Ἄρειος ὁ κωλοπλάστης θεραπεύει αὐτοὺς καὶ ἔλεγεν ὅτι, ἐὰν Ἀπολλώνιός μοι γράψῃ περὶ αὐτῶν, θεραπεύσω προῖκα. ἀξιώσεις οὖν δίστιχον αὐτῶι γραφῆναι, ἵνα ἀξίως σου καὶ τῶν θεῶν ἀόκνως προσέλθῃ. τὰ παιδία σου ἔρρωται καὶ ἀσπάζεταί σε. συνεχῶς ἠμῖν γράφε περὶ τῆς ὑγίας σου· πάντα ἃ ἔχεις Δισκᾶτος πέμψον ……οι… Ἀπολλωνίωι ἀδελφῶι.