Ancient Greek
P.Giss. 1 17
Documentary Papyri, P.Giss. 13
Not analysed yet
Τᾶυς Ἀπολλωνίωι τῶι κυρίωι πλεῖστα χαίρειν. πρὸ τῶν ὅλων ἀσπάζομαί σε, δέσποτα, καὶ εὔχομαι πάντοτε περὶ τῆς ὑγιείας σου. ἠγωνίασα, κύριε, οὐ μετρίως, ἵνα ἀκούσω ὅτι ἐνώθρευσας, ἀλλὰ χάρις τοῖς θεοῖς πᾶσι ὅτι σε διαφυλάσσουσι ἀπρόσκοπον. παρακαλῶ σε, κύριε, ἐάν σοι δόξῃ, καὶ πέμψαι ἐφʼ ἡμᾶς, εἰ δὲ μή, ἀποθνήσκομεν ὅτι οὐ βλέπομέν σε καθʼ ἡμέραν. ὤφελον εἰ ἐδυνάμεθα πετᾶσθαι καὶ ἐλθεῖν καὶ προσκυνῆσαί σε· ἀγωνιῶμεν γὰρ μὴ βλέπουσαί σε. ὥστε διαλλάγηθι ἡμεῖν καὶ πέμψον ἐφʼ ἡμᾶς. ἔρρωσο κύριε …καὶ πάντα ἔχομεν καλῶς. Ἐφεὶπ κδ. Ἀπολλωνίωι στρατηγῶι.