Ancient Greek
P.Giss. 1 12
Documentary Papyri, P.Giss. 20
Not analysed yet
Χαιρήμων ἱστωνάρχης Ἀπολλωνίωι στρατηγῶι χαίρειν. ἔπεμψάς μοι ὑγιῶς τὸν στήμονα καὶ τὴν κρόκην τῶν φαιλωνίων. παρακαλῶ σε οὖν, τέκνον, ὁσάκις ἐὰν μέλλῃς πέμψαι, ἐντύπην μοι τοιαύτην πέμψον. ἐπισκοποῦμαι τὴν σὴν σύνβιον καὶ τοὺς φιλοῦντάς σε πάντας. ἔρρωσο. Ἀπολλωνίωι στρατηγῶι.