Ancient Greek
P.Giss. 1 14
Documentary Papyri, P.Giss. 23
Not analysed yet
Ἐπαφρόδειτος Ἀπολλωνίωι τῷ κυρίωι χαίρειν. πρὸ πάντων σε εὔχομαι ὑγιαίνειν μετὰ τοῦ κυρίου μου Ἡρακλᾶ Ἀπόλλωνος καὶ τῆς κυρίας μου Ἀλινῆς ὧν οὐ διαλείπω ποιῶν τὸ προσκύνημα παρὰ τῷ κυρίῳ Ἑρμῇ καὶ παρὰ πᾶσι τοῖς θεοῖς. ἔγραψάς μοι περὶ ἄρτων καθαρῶν πεμφτῆναί σοι διὰ Διοσκόρου πρὸς τὴν κϛ· εὗρον οὖν αὐτὸν μὴ ἀναπλέοντα πρὸς ἣν ἔγραψάς μοι ἡμέραν οὐδὲ οὐδέναν ἄλλον ω…μην λ… ἐμοὶ ἔγραψας πα… …ς θέλεις μ… …λ… Ἀπολλωνίῳ στρατηγῷ.