Ancient Greek
P.Giss. 1 18
Documentary Papyri, P.Giss. 34
Not analysed yet
…Ἀπολλωνίωι τῶι …κυρίωι χαίρειν. πρὸ πάντων εὔχομαί σε ὑγιαίνειν μετὰ τῶν σῶν πάντων. ἐκομισάμην σου ἐπιστολὴν, διʼ ἧς ἔγραφες δηλῶσαί σοι περὶ Φιβᾶτος, εἰ εἰς Ἑρμοῦ πόλιν ἐπορεύθη. δηλῶ οὖν σοι, ἵνα μὴ διστάζῃς· ἐπορεύθη γὰρ εἰς Ἑρμοῦ πόλιν. θεῶν δὲ θελόντων εἰς τὰ Δημήτρια ἐλεύσεται καὶ ἀσπάζεταί σε ὑγιαίνοντα. ἄσπασαι τοὺς σοὺς πάντας. ἔρρωσο. Θὼθ κϛ. Ἀπολλωνίωι στρατηγῶι Ἑπτακωμίας.