Ancient Greek
P.Giss. 1 71
Documentary Papyri, P.Giss. 37
Not analysed yet
Τιθοητίων Ἀπολλωνίωι τῶι ἀδελφῶι χαίρειν. Ἀχιλλέα τὸν ἀναδιδόντα σοι τὴν ἐπιστολήν μου ταύτην ἐρωτῶ ἔχειν συνεσταμένον καὶ ἐν οἷς ἐάν σου δέηται σπουδάσαι αὐτῶι ὥστε …αὐτὸν παραγενόμενον ἀνθομολογήσασθαί σου τῆι εἴς με σπουδῆι. ἔρρωσο Ἀπολλώνιε μετὰ τῆς ἀδελφῆς σου Ἀλινῆς. Ἀπολλωνίωι στρατηγῶι Ἑπτακωμίας.