Ancient Greek
P.Giss. 1 27
Documentary Papyri, P.Giss. 9
Not analysed yet
Ἀφροδείσιος Ἡρακλείωι τῶι φιλτάτῳ χαίρειν. μετέλαβον παρά τινων ἀπὸ Ἰβιῶνος σήμερον ἐλθόντων συνοδοιπορηκέναι τινὶ παιδαρίῳ τοῦ κυρίου Ἀπολλωνίου ἀπὸ Μέμφεως ἐρχομένῳ εὐαγγελίζοντι τὰ τῆς νείκης αὐτοῦ καὶ προκοπῆς· οὗ ἕνεκα ἐπίτηδες πρός σε ἔπεμψα, ἵνα τὸ ἀσφαλὲς ἐπιγνῶ καὶ στεφανηφορίαν ἄξω καὶ τοῖς θεοῖς τὰς ὀφειλομένας σπονδὰς ἀποδῶ. καλῶς οὖν ποιήσεις, τειμιώτατε, τάχιστά μοι δηλώσας. παιδάρια δύο ἀπὸ Αὐάσεως ἠνέχθη τῷ δεσπότῃ ὧν τὸ μέν ἐστιν τετραετές, τὸ δὲ τριετὴ καὶ πρὸς …τῆς τειμῆς ἀργυρίου …ω σοὶ ἵνα ᾖς …ἐρρῶσθαί σε εὔχομαι τειμιώτατε. δ Ἡρακλείῳ ἐπιτρόπῳ Ἀπολλωνίου.