Ancient Greek
P.Got. 13
Documentary Papyri, P.Got. 13
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἡρακλείῳ Ἀπολλώνιος. ἀκούσας καὶ σὲ ἐν ταῖς αὐταῖς ἀνάγκαις γεγενῆσθαι, οὐχ ἡδέως ἔσχον, πλὴν ὅσον ἐγχωρεῖ θεοῦ συνεργοῦντος φιλονικήσομεν καὶ αὐτὰ δανείζεσθαι. ὅσα δὲ πέπονθεν ὁ ἀδελφός μου Ἥρων ἐν τῇ Λύκων γενόμενος, ἵνʼ ἐπιλάβηται Κτίστου τοῦ μυροπώλου, οὐδὲ διηγήσασθαι δύναμαι. καὶ γὰρ ὡς ἐν ἐχθρῶν πόλει οὕτως αὐτῷ πάντες προσηνέχθησαν ὡς καὶ ὀλίγου δεῖν αὐτὸν ἀπόλλυσθαι ὑπὸ τῶν πολιτῶν σου. ἀλλὰ ὡς σὺ εἶ ὁ ἐπιστάτης αὐτῶν, τὸ παρὸν ὑπερεθέμην, δυνάμενος τὴν παρὰ τῶν μειζόνων ἐκδικίαν αἰτήσασθαι. ἵνα δὲ καὶ ταῦτα περιαιρεθῇ καὶ τὸ πρόσταγμα πέρας λαβεῖν δύνηται, περὶ πάντός σοι γενέσθω, κύριέ μου ἄδελφε, πανταχόθεν τὸν Κτίστην τοῦτον ἀποστεῖλαι διὰ δημοσίου, πρότερον ἐγγύας παρασχόντα παρὰ σοί, ἵνα μὴ πάλιν δυνηθῇ διαφυγεῖν. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου ἄδελφε τῷ παντὶ χρόνῳ ἐρρωμένον …κυρίῳ μου ἀδελφῷ Ἡρακλείῳ Ἀπολλώνιος.