Ancient Greek
P.Got. 6
Documentary Papyri, P.Got. 6
Not analysed yet
…ηρ…ρ… πραιποσίτῳ β πάγου παρὰ Αὐρηλίου Πετενοντηριος καὶ Ψενπνουθ κωμαρχῶν Νήσου ἀπὸ ην… εἰσαγγέλλομεν καὶ ἀναδίδομεν εἰς τεσσαράριον Αὐρηλίον Ψενπνούθην Σαραπίωνος τοῦ νομ ἀπὸ μηνὸς Φαμενὼθ ἕως Θὼθ τοῦ εἰσιόντος ἐνιαυτοῦ. ἐὰν δὲ μὴ ὑπομένῃ, ἡμεῖς τὴν χρείαν ἀποπληρώσομεν, καὶ ἐπερωτηθέντες ὡμολογήςαμεν. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικιννίου Σεβαστοῦ τὸ ϛ καὶ Λικιννιανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β Φαμενὼθ ιδ. Αὐρήλιος Πετενοντηρις καὶ Ψενπνούθου Οἰπίου κωμάρχαι ἐπιδεδώκαμεν ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Αὐρήλιος Ψενταμινιος ἀπὸ Νήσου