Ancient Greek
P.Graux 2 16
Documentary Papyri, P.Graux 2 16
Not analysed yet
ἔτους ιδ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Φαμενὼθ α. διέγραψεν Ἀπίωνι νομάρχῃ Ἀρσινοίτου εἰς τὸν τοῦ ἐγκυκλίου λόγον διʼ Ἀνουβίωνος τοῦ καὶ Σύρου βοηθοῦ Οὐαλερία Γαίου ὑπὲρ κεχωρισμένης προσόδου ἀρούρης α 𐅸ἧς …παρὰ Μάρκου Ἰουλίου Κασιανοῦ τιμῆς δραχμῶν ἑξακοσίων …ιγ Φαμενὼθ εἰς ὃ ὀφείλει τέλος ἐπὶ λόγου δραχμὰς τριάκοντα γίνονται δραχμαὶ λ καὶ Παχὼν ἄλλας ἐπὶ λόγου δραχμὰς ὀκτὼ τετρώβολον γίνονται δραχμαὶ η τετρώβολον καὶ Ἐπεὶφ τὰς λοιπὰς δραχμὰς εἴκοσι πέντε τριώβολον γίνονται δραχμαὶ κε τριώβολον.