Ancient Greek
P.Grenf. 1 22
Documentary Papyri, P.Grenf. 1 22
Not analysed yet
Μοσχίων Πετεαρσένθει χαίρειν. ἔχω εἰς τὸν Ἑρμίου λόγον περὶ πῆς τοπογραμματείας τοῦ νγ ἔτους χαλκοῦ τάλαντα δέκα. γίνεται τάλαντα ι. καὶ περὶ τῆς κωμογραμματείας ὁμοίως χαλκοῦ τάλαντα δέκα. γίνεται τάλαντα ι. καὶ ἀπὸ τιμῆς σίτου ἀρταβῶν ἑκατὸν πεντήκοντα ἐκ δραχμῶν τάλαντα λ, γείνεται χαλκοῦ τάλαντα τριάκοντα. γίνεται τάλαντα λ. γίνεται τάλαντα ν. ἔτους νγ Ἁθὺρ α.