Ancient Greek
P.Grenf. 1 25
Documentary Papyri, P.Grenf. 1 25
Not analysed yet
ἔτους γ Φαρμοῦθι κδ, ἀπέδοτο Ναομσῆσις καὶ Στοτοῆτις πήχεις στερεοῦ δ ψιλοῦ τόπου· ἐπρίατο Σενσοῦχος Νεχούτου χαλκοῦ Δ. βασιλευόντων βασιλίσσης καὶ βασιλέως Πτολεμαίου θεῶν φιλομητόρων σωτήρων ἔτους γ, ἐφʼ ἱερείως βασιλέως Πτολεμαίου θεοῦ φιλομήτορος σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν σωτήρων καὶ θεῶν ἀδελφῶν καὶ θεῶν εὐεργετῶν καὶ θεῶν φιλοπατόρων καὶ θεῶν ἐπιφανῶν και θεοῦ εὐπάτορος καὶ θεοῦ φιλομήτορος καὶ θεοῦ φιλοπάτορος νέου καὶ θεοῦ εὐεργέτου καὶ θεῶν φιλομητόρων σωτήρων, ἱεραπόλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης εὐεργέτιδος, κανηφόρου Ἀρσινόης φιλαδέλφου, ἱερείας Ἀρσινόης φιλοπάτορος τῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι τῆς Θηβαίδος, μηνὸς Φαρμοῦθι κδ ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου, ἀπέδοτο Ναομσῆσις Ὀννώφριος ἱέρισσα, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Στοτοήτιος τοῦ Πετεαροήριος, ἱερέως Σούχου καὶ Ἀφροδίτης, ὡς ἐτῶν …μέσου μελιχρόου τετανοῦ στρογγυλοπροσώπου εὐθύρινος συνπωλουμένου, ἀπὸ τοῦ ὑπάρχοντος αὐτοῖς ψιλοῦ τόπου …