Ancient Greek
P.Grenf. 1 31
Documentary Papyri, P.Grenf. 1 31
Not analysed yet
…τῶι σταθέντι τόκωι ἑνὶ καὶ ἑκάστωι τῆς Παθύρεως. τὸ δὲ δάνειον τοῦτο ἀποδότω ὁ δεδανεικὼς Νεχούτης τοῖς δεδανεικόσι Ἐριανοῦπι καὶ τοῖς συνθιασίταις, ἐν μηνὶ Παχὼν τοῦ αὐτοῦ ιδ ἔτους, νέον καθαρὸν καὶ ἄδολον ἀπὸ παντὸς καὶ ἀποκαθεστάμενον εἰς οἶκον πρὸς αὐτοὺς τοῖς ἰδίοις ἀνηλώμασι, μέτρωι ᾧ καὶ παρείληφεν. ἐὰν δὲ μὴ ἀποδῷ ἐν τῷ ὡρισμένωι χρόνῳ, ἢ μὴ ποιῆ καθʼ ἃ γέγραπται, ἀποτεισάτω ἐν τῷ ἐχομένωι μηνὶ παραχρῆμα τὰ τοῦ κριθοῦ ἀρτάβας ζ ϛ ἡμιόλιον ἢ τὴν ἐσομένην ἐν τῇ ἀγορᾷ τιμήν. ἡ δὲ πρᾶξις ἔστω Ἐριανοῦπι καὶ τοῖς συνθιασίταις ἐκ τῶν Νεχούτου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων πράσσοντι καθάπερ ἐκ δίκης. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.