Ancient Greek
P.Grenf. 1 38
Documentary Papyri, P.Grenf. 1 38
Not analysed yet
Νούμηνι ἀρχισωματοφύλακι καὶ στρατηγῶι παρὰ Ποκᾶτος τοῦ Ὀνῶτος φυλακίτου ἀμίσθου. ἀδικοῦμαι ὑπὸ Πελαίου παστοφόρου τῶν ἐκ Κροκοδίλων πόλεως τοῦ Παθυρίτου Σούχου ἱερέως. τῇ γὰρ α τῶν ἐπαγομένων ἡμερῶν τοῦ ια ἔτους, ἀντιλογίαν πρός με συνστησάμενος περὶ τινῶν ἐν τῶι προγεγραμμένωι ἱερῶι, ὁ ἐνκεκλημένος προσπηδήσας μοι ἐνώπιόν τινων ἔτυπτεν ἧι εἶχεν ῥάβδωι πληγαῖς πλειόσιν εἰς τὸ τυχὸν μέρος τοῦ σώματός μου. ὅ τε περιεβλήμην, ὀθόνιον κατέρηξεν, περὶ ὦν τοὺς παρόντας ἐπεμαρτυράμην. διὸ ἀξιῶ ἐὰν φαίνηται συντάξαι γράψαι Κλεάρχωι τῶι ἐπιστάτη ἐξαποστεῖλαι αὐτὸν ἐπὶ σέ, ἵνʼ ἐὰν ἦι ἃ γράφω ἀληθῆ, τύχω τοῦ δικαίου καθὼς ἂν διαλάβης. εὐτύχει.