Ancient Greek
P.Grenf. 1 47
Documentary Papyri, P.Grenf. 1 47
Not analysed yet
Ἀννικίωι Πετρωνιανῶι δεκατάρχῃ παρὰ Ὥρου τοῦ Σαταβοῦτος ἀπὸ κώμης Σοκνοπαίου νήσου καταγεινομενου ἐπʼ ἐποικίου Πισαί. τὰς ὑπαρχούσας τοῖς ὑπʼ ἐμοὶ ἐπιτροπευομένοις ἀδελφιδοῖς μου ἀφήλιξι κλήρου ἀρούρας τέσσαρας περὶ κώμην Ἡράκλειαν ἐμίσθωσα Λεοντᾷ δούλωι Νείλου γεγυμνασιαρχηκότος, καὶ γὰρ ἐπιγνοὺς αὐθάδως τεθερίσθαι ὑπὸ Ὥρου Στοτουήτιδος καὶ Σατύρου Χαιρήμονος καὶ Σώτου ἀδελφοῦ καὶ Ὥρου Πανούπεος, ὁ δὲ Λεοντᾶς ἐπὶ τοῦ παρόντος οὐχ ὁρᾶται, ἐμφανὴς κατὰ τὸ ἀναγκαῖον προῆλθον, καὶ ἀξιῶ ἀχθῆναι αὐτοὺς λόγον ὑπεξομένους ὧν οὐ δεόντως διεπράξαντο. Ὧρος ἐτῶν μϛ οὐλὴ δακτύλῳ μικρῷ χειρός ἀριστερᾶς. ἔτους ια Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Φαρμοῦθι κϛ.