Ancient Greek
P.Grenf. 1 58
Documentary Papyri, P.Grenf. 1 58
Not analysed yet
……ἀπὸ τῆς Ἑρμοπολιτῶν παρὰ Αὐρηλίου Βάνου υἱοῦ Ἠσαίου ἀρτοκόπου ἀπὸ κώμης Ἠλίου τοῦ Ἑρμοπολίτου. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρʼ ὑμῶν ἐπὶ ἐνιαυτὸν καὶ μόνον τὸ γεώργιον λεγόμενον Λεχίου ἀρουρῶν ὅσων ἐστίν. ἑτοίμως ἔχω κυκλεῦσαι τὸ αὐτὸ γεώργιον τοῖς ἐμοῖς ζωοῖς τοῖς καὶ τρεφομένοις παρʼ ἐμοῦ ἀναμφιβόλως καὶ ἀκαταφρονήτως καὶ ἀκαταγνώστως. ἔδοξεν δὲ ὥστε ἐμὲ λαβεῖν τὴν πεμπτὴν μοῖραν τῶν σπειρομένων ἐν τῷ γεωργίῳ τοῦτʼ ἔστιν ἀρούρας τρεῖς ἥμισυ τέταρτον ,καὶ χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια ἕξ . ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Βάνης Ἠσαίου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκεται. Αὐρήλιος Βίκτωρ Ἀναστασίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Ἀπολῶς Ἰακυβίου διάκονος μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Διόσκορος Ἠλίου μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Βίκτορος σὺν θεῷ συμβολαιογράφου. μίσθωσις γεναμένη παρὰ Βάνου ἀρτοκόπου εἰς τὸ γεώργιον τὸν λεγόμενον Λεχίου.