Ancient Greek
60.1 to 60.44
Documentary Papyri, P.Grenf. 1 60.1-44
Not analysed yet
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Τιβερίου Νέου Κωνσταντίνου τοῦ αἰωνίου Αὐγούστου αὐτοκράτορος μεγίστου εὐεργέτου ἔτους ἑβδόμου ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους τετάρτου …ἐν Ἀπόλλωνος ἄνω πόλει. …Δημητρίου μητρὸς Σοφίας …ὑπογραφέα παρέχουσα ὑπὲρ αὐτῆς καὶ μάρτυρας τῇ παρούσῃ βεβαίᾳ καὶ ἀπαραβάτῳ πράσει …Αὐρηλίοις Πααμίῳ …Παπνουθίου ἰδίῳ μου …χαίρειν. ὁμολογῶ …παροῦσα ἐν δημοσίῳ τόπῳ …ἑκουσίως καὶ αὐθαιρέτως ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ οἱασδήποτε κακονοίας καὶ κακοηθείας καὶ παντὸς ἐλαττώματος καὶ πάσης νομίμου περιγραφῆς, ὧδε ἐπομνυμένη πρὸς τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα, καὶ τὴν νίκην καὶ διαμονὴν τῶν εὐσεβεστάτων καὶ γαληνοτάτων ὑμῶν δεσποτῶν Φλαυίων Τιβερίου καὶ Ἀναστασίας τῶν αἰωνίων αὐγούστων αὐτοκρατόρων, …πεπρακέναι κατὰ τὴνδε τὴν ἐγγράφην ὠνιακὴν ἀσφάλειαν ὑμῖν τοῖς προγεγραμμένοις Αὐρηλίοις Πααμίῳ καὶ Σύρῳ σοὶ μέν …ω τὸ τρίτον μέρος καὶ καταγεγραφέναι ὠνιακῷ νόμῳ καὶ παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ ἐπὶ αἰωνίᾳ κατοχῇ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἑξῆς καὶ ἀεὶ ἅπαντα διηνεκῆ χρόνον τὰ ὑπάρχοντά μοι …σμένης αὐλῆς διακειμένης ἐν τῷ …ριου τοῦ Παρθέωνος ἁλιέων δικαιώματος …καὶ δεσποτείας, περιελθόντα εἰς ἐμὲ ἀπὸ γονέων καὶ μηδὲ ἓν μέρος ἢ δίκαιον ἀπολέλειπται ἐκ τῆς αὐτῆς αὐλῆς ἀπὸ …μετὰ τῆς εἰσόδου καὶ ἐξόδου καὶ ἀνόδου καὶ καθόδου …ἧς γείτονες ὅλης τῆς αὐτῆς αὐλῆς νότου …ἀπηλιώτου καὶ λιβὸς καὶ βορρᾶ ῥύμαι δημοσίαι, ἢ οἳ ἂν ὦσι γείτονες πάντη πάντοθεν, καθὼς ἐγὼ ὑμῖν στόματι ὑπηγόρευσα τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης μεταξὺ ἡμῶν ἀμφοτέρων ἐπὶ βεβαίῳ καὶ ἀπαραλύτῳ λόγῳ χρυσοῦ κερατίων …μόν, ἣνπερ τελείαν τιμὴν αὐτόθι ἀπέσχον παρʼ ὑμῶν ἀμφοτέρων τῶν ὠνουμένων ἀπὸ χειρὸς εἰς χεῖρας μου ἐξ οἴκου ὑμῶν ἀριθμῷ καὶ σταθμῷ πλήρει, καὶ βεβαιώσω ὑμῖν τήνδε τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου, τὸν δὲ ἐπελευσόμενον ἢ ἀντιποιησόμενον παραχρῆμα ἐγὼ ἡ πεπρακυῖα ἢ οἱ κληρονόμοι ἢ οἱ διάδοχοι ἢ οἱ διακάτοχοι ἐκστήσω καὶ ἐκδικήσω καὶ καθαροποιήσω ἰδίοις μου ἀναλώμασι καὶ κινδύνῳ τῆς λοιπῆς ἡμῶν ὑποστάσεως …περὶ πράσεως καὶ βεβαιώσεως νόμον. εἰ δὲ ἀσθενήσοιμι περὶ τὴν ἐκδίκησιν καὶ καθαροποίησιν ταύτης τῆς πράσεως …ἑτοίμως ἔχω ἐπιγνῶναι ὑμῖν τὰ τιμήματα …μετὰ καὶ τοῦ μηδὲν ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένων πρὸς τῷ ὑμᾶς τοὺς ὠνουμένους κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν καὶ οἰκεῖν καὶ …μεῖν καὶ οἰκοδομεῖν καὶ ἀνοικοδομεῖν