Ancient Greek
P.Grenf. 2 14 c
Documentary Papyri, P.Grenf. 2 14c
Not analysed yet
Ἀσκληπιάδης Πολυκράτει χαίρειν. χρείαν ἔχομεν ἀναγκαίαν Τιμοξένου ὥστε ἀποστεῖλαι αὐτὸν εἰς τὴν πόλιν. καλῶς οὖν ποιήσεις γράψας αὐτῶι λειτουργῆσαι ἡμῖν. ἔρρωσο. Ἀριστοδήμωι. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι, καὶ ἐγὼ δʼ ὑγίαινον. βουλόμενοι Τιμόξενον ἀποστεῖλαι εἰς Ἀλεξάνδρειαν πρός τινα χρείαν ἀναγκαίαν ἠξιώσαμεν αὐτόν. ὁ δʼ οὐκ ἔφη δύνασθαι πλεῦσαι ἄνευ σοῦ. καλῶς οὖν ποιήσεις ἐντειλάμενος αὐτῶι λειτουργῆσαι. χαριεῖ γάρ μοι τοῦτο ποιήσας. Πολυκράτει.