Ancient Greek
P.Grenf. 2 16
Documentary Papyri, P.Grenf. 2 16
Not analysed yet
ἔτους λε Φαῶφι ια ἐν Παθύρει ἐπὶ Διοσκουρίδου ἀγορανόμου, ἑκόντες συνεγράψαντο. ὁμολογεῖ Πατοῦς Πατοῦτος καὶ Τακμῆις Πατοῦτος πεπρακέναι τὴν ὑπάρχουσαν αὐτοῖς συκάμινον Ζμενοῦτι Ψεμμώνθου χαλκοῦ ταλάντου α Δ, ἕκαστος χαλκοῦ Ε, τὸν δὲ Πατοῦν ὀφειλήσειν Τακμηοῦτι Ε, ἃ παραδώσειν ἐν μηνὶ Παχὼν τοῦ αὐτοῦ ἔτους. ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω ἡμιόλιον παραχρῆμα. Πατοῦτος καὶ Τακμηοῦς.