Ancient Greek
P.Grenf. 2 19
Documentary Papyri, P.Grenf. 2 19
Not analysed yet
ἔτους νβ Παῦνι α ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. μεμέτρηκεν Πμόις καὶ Ψενθώτης καὶ Ψενενοῦπις οἱ Ψενθώτου Πετεσούχωι Πασᾶτος Πέρσῃ τῆς ἐπιγονῆς κριθῶν ἀρτάβας ἑκατὸν εἴκοσι καὶ τοὺς τούτων τόκους, ἅς ἐδάνεισεν αὐτοῖς κατὰ συνγραφὴν δανείου τὴν τεθεῖσαν ἐπὶ τοῦ αὐτοῦ ἀρχείου ἐν τῶι ν ἔτει Χοίαχ· ὅς καὶ παρὼν ἐπὶ τοῦ ἀρχείου …καταβολὴ Πμόιτος καὶ τῶν ἀδελφῶν κριθῶν ρκ.