Ancient Greek
P.Grenf. 2 24
Documentary Papyri, P.Grenf. 2 24
Not analysed yet
ἔτους ιβ τοῦ καὶ ἐνάτου Τῦβι ιϛ ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. ἐδάνεισεν Πετεαρσεμθεὺς Πανεβχούνιος τῶν ἐκ Παθύρεως Ψεμμενχῆι Νεχούθου τοῦ Πβούκιος Πέρσηι τῆς ἐπιγονῆς τῶν ἐκ τῆς αὐτῆς Παθύρεως οἴνου κεράμια ἓξ ἄτοκα. τὸ δὲ δάνειον τοῦτο ἀποδότω Ψεμμενχῆς Πετεαρσεμθεῖ ἐν μηνὶ Μεσορὴ τοῦ προκειμένου ἔτους παρὰ ληνὸν οἴνου γλεύκους μέτρωι τετραχόωι, καὶ παρεχέσθω μόνιμον καὶ ἀρεστὸν ἕως Ἁθὺρ λ τοῦ ιγ τοῦ καὶ δεκάτου ἔτους. ἐὰν δὲ μὴ ἀποδῷ ἢ μὴ ποιῆι ἐν τῶι ὡρισμένωι χρόνωι καθότι προγέγραπται, ἀποτεισάτω ἐν τῶι ἐχομένωι μηνὶ παραχρῆμα ἀντὶ τῶν προκειμένων τοῦ οἴνου κεραμίων ϛ οἴνου κεράμια ἔννεα . ἡ δὲ πρᾶξις ἔστω Πετεαρσεμθεῖ ἐκ τοῦ δεδανεισμένου Ψεμμενχεοῦς καὶ ἐκ τῶν τούτωι ὑπαρχόντων πάντων, πράσσοντι καθάπερ ἐκ δίκης. Πάνισκος κεχρημάτικα. ἐδάνεισεν Πετεαρσεμθεὺς Ψενμενχῆι οἴνου κεράμια ϛ