Ancient Greek
P.Grenf. 2 29
Documentary Papyri, P.Grenf. 2 29
Not analysed yet
ἔτους ιϛ τοῦ καὶ ιγ Ἁθὺρ ιβ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἐδάνεισεν Παῆρις Πασήμιος Πετεαρσεμθεῖ καὶ Πετεσούχῳ καὶ Φαγώνει καὶ Ψεννήσει, τοῖς δ τοῦ Πανοβχούνιος τοῦ Τοτοηοῦς Πέρσαις τῆς ἐπιγονῆς, πυροῦ ἀρτάβας δέκα ,κριθῆς ἀρτάβας δέκα τρεῖς ἄτοκα. τὸ δὲ δάνειον τοῦτο ἀποδότωσαν οἱ δεδανεισμένοι Παήρι ἐν μηνὶ Παχὼν λ τοῦ αὐτοῦ ἔτους νέον καθαρὸν καὶ ἄδολον ἀπὸ παντός, καὶ ἀποκαθεσταμένον εἰς οἶκον πρὸς αὐτὸν ἐν Κροκοδίλων πόλει τοῖς ἰδίοις ἀνηλώμασι μέτρῳ ᾧ καὶ παρείληφαν. ἐὰν δὲ μὴ ἀποδῶσιν ἐν τῷ ὡρισμένωι χρόνῳ ἢ μὴ ποιῶσιν καθʼ ἃ γέγραπται, ἀποτεισάτωσαν ἐν τῷ ἐχομένωι μηνὶ παραχρῆμα τὰς τοῦ πυροῦ ἀρτάβας ι, κριθῆς ἀρτάβας ιγ ἡμιόλιον, ἢ τὴν ἐσομένην ἐν τῇ αὐτῇ ἀγορᾷ τιμήν. ἡ δὲ πρᾶξις ἔστω Παήρι ἐκ τῶν δεδανεισμένων καὶ ἐξ ἑνὸς καὶ ὁποτέρου αὐτῶν καὶ οὗ ἂν βούληται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων, πράσσοντι καθάπερ ἐκ δίκης. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. δάνειον Παήριος πρὸς Πετεαρσεμθέα καὶ τοὺς ἀδελφοὺς πυροῦ ἀρταβῶν ι κριθῆς ἀρταβῶν ιγ.