Ancient Greek
P.Grenf. 2 38
Documentary Papyri, P.Grenf. 2 38
Not analysed yet
Πασίων Νίκωνι τῶι πατρὶ πολλὰ χαίρειν καὶ διὰ παντὸς ἐρρωμένων διευτυχεῖν. καλῶς οὖν ποιήσεις μὴ ἀμελήσας ἀλλ ἀγοράσαι …υρα ἃ γράφω· ὀκτατόμου χάρτου δέκα ,καὶ τετρατόμου χάρτου πέντε ,καὶ καλάμων γραφικῶν δεκάπεντε ,καὶ μέλανος στατῆρας ὀκτώ ,καὶ θην στατῆρας πέντε ,καὶ ερ…ιτος α, καὶ …α…α ἑπτά ,καὶ χιλωθηρου α, καὶ μάρσιπον μεγάλου α, καὶ τῶν νεωτέρων δύο ,καὶ κηροῦ στατῆρας πέντε καὶ γραφήσομαί σοι περὶ τῆς λογείας ἢ λογεύσω ἢ …ε γράψον μοι περὶ τοῦ μὴ λογεύειν ἕως καταβῇς, ἢ λογεύσει καὶ ἀνανκάσει με Ὀνησίμωι ἀγοράσαι κριθῆς τοῖς πορείοις αὐτῶι καμεοσμερ… ἀρταβῶν ιγ 𐅵,ἀρτάβαι ιγ 𐅵. ἔρρωσο. ἔτους β τοῦ καὶ α ἔτους Φαρμοῦθι ιγ. παρὰ Πασίωνος Νίκωνος χρηματιστοῦ Νίκωνι.